Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.293 Joseph. AJ 8.297 (English) >>Joseph. AJ 8.301

8.295Ἄσανος μὲν οὖν καὶ παρʼ αὐτῷ στρατιὰ τοιαύτην παρὰ τοῦ θεοῦ νίκην λαβόντες καὶ ὠφέλειαν ἀνέστρεφον εἰς Ἱεροσόλυμα, παραγενομένοις δὲ αὐτοῖς ἀπήντησε κατὰ τὴν ὁδὸν προφήτης Ἀζαρίας ὄνομα. οὗτος ἐπισχεῖν κελεύσας τῆς ὁδοιπορίας ἤρξατο λέγειν πρὸς αὐτούς, ὅτι ταύτης εἶεν τῆς νίκης παρὰ τοῦ θεοῦ τετυχηκότες, ὅτι δικαίους καὶ ὁσίους ἑαυτοὺς παρέσχον καὶ πάντα κατὰ βούλησιν θεοῦ πεποιηκότας. 8.296ἐπιμένουσι μὲν οὖν ἔφασκεν ἀεὶ κρατεῖν αὐτοὺς τῶν ἐχθρῶν καὶ τὸ ζῆν μετʼ εὐδαιμονίας παρέξειν τὸν θεόν, ἀπολιποῦσι δὲ τὴν θρησκείαν ἅπαντα τούτων ἐναντία συμβήσεσθαι καὶ γενήσεσθαι χρόνον ἐκεῖνον, ἐν μηδεὶς ἀληθὴς εὑρεθήσεται προφήτης ἐν τῷ ὑμετέρῳ ὄχλῳ οὐδὲ ἱερεὺς τὰ δίκαια χρηματίζων, 8.297ἀλλὰ καὶ αἱ πόλεις ἀνάστατοι γενήσονται καὶ τὸ ἔθνος κατὰ πάσης σπαρήσεται γῆς ἔπηλυν βίον καὶ ἀλήτην βιωσόμενον. καιρὸν δʼ αὐτοῖς ἔχουσι συνεβούλευεν ἀγαθοῖς γίνεσθαι καὶ μὴ φθονῆσαι τῆς εὐμενείας αὑτοῖς τοῦ θεοῦ. ταῦτʼ ἀκούσας βασιλεὺς καὶ λαὸς ἐχάρησαν καὶ πολλὴν πρόνοιαν ἐποιοῦντο κοινῇ τε πάντες καὶ κατʼ ἰδίαν τοῦ δικαίου· διέπεμψε δʼ βασιλεὺς καὶ τοὺς ἐν τῇ χώρᾳ τῶν νομίμων ἐπιμελησομένους. 8.298

Καὶ τὰ μὲν Ἀσάνου τοῦ βασιλέως τῶν δύο φυλῶν ἐν τούτοις ὑπῆρχεν. ἐπάνειμι δʼ ἐπὶ τὸ πλῆθος τῶν Ἰσραηλιτῶν καὶ τὸν βασιλέα αὐτῶν Βασάνην τὸν ἀποκτείναντα τὸν Ἱεροβοάμου υἱὸν Νάβαδον καὶ κατασχόντα τὴν ἀρχήν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.293 Joseph. AJ 8.297 (English) >>Joseph. AJ 8.301

Powered by PhiloLogic